Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.93.4 | Hdt. 9.94.3 (English) | >>Hdt. 9.96.1 |
9.94.1
τὰ μὲν χρηστήρια ταῦτά σφι ἐχρήσθη , οἱ δὲ Ἀπολλωνιῆται ἀπόρρητα ποιησάμενοι προέθεσαν τῶν ἀστῶν ἀνδράσι διαπρῆξαι . οἱ δέ σφι διέπρηξαν ὧδε · κατημένου Εὐηνίου ἐν θώκῳ ἐλθόντες οἱ παρίζοντο καὶ λόγους ἄλλους ἐποιεῦντο , ἐς ὃ κατέβαινον συλλυπεύμενοι τῷ πάθεϊ · ταύτῃ δὲ ὑπάγοντες εἰρώτων τίνα δίκην ἂν ἕλοιτο , εἰ ἐθέλοιεν Ἀπολλωνιῆται δίκας ὑποστῆναι δώσειν τῶν ἐποίησαν .
9.94.2 ὁ δὲ οὐκ ἀκηκοὼς τὸ θεοπρόπιον εἵλετο εἴπας εἴ τίς οἱ δοίη ἀγρούς , τῶν ἀστῶν ὀνομάσας τοῖσι ἠπίστατο εἶναι καλλίστους δύο κλήρους τῶν ἐν τῇ Ἀπολλωνίῃ , καὶ οἴκησιν πρὸς τούτοισι τὴν ᾔδεε καλλίστην ἐοῦσαν τῶν ἐν πόλι · τούτων δὲ ἔφη ἐπήβολος γενόμενος τοῦ λοιποῦ ἀμήνιτος εἶναι , καὶ δίκην οἱ ταύτην ἀποχρᾶν γενομένην .
9.94.3 καὶ ὁ μὲν ταῦτα ἔλεγε , οἱ δὲ πάρεδροι εἶπαν ὑπολαβόντες · “Εὐήνιε , ταύτην δίκην Ἀπολλωνιῆται τῆς ἐκτυφλώσιος ἐκτίνουσί τοι κατὰ θεοπρόπια τὰ γενόμενα .” ὁ μὲν δὴ πρὸς ταῦτα δεινὰ ἐποίεε , τὸ ἐνθεῦτεν πυθόμενος τὸν πάντα λόγον , ὡς ἐξαπατηθείς · οἱ δὲ πριάμενοι παρὰ τῶν ἐκτημένων διδοῦσί οἱ τὰ εἵλετο . καὶ μετὰ ταῦτα αὐτίκα ἔμφυτον μαντικὴν εἶχε , ὥστε καὶ ὀνομαστὸς γενέσθαι .
ch. 95
9.95.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.93.4 | Hdt. 9.94.3 (English) | >>Hdt. 9.96.1 |